fbpx

Χαιρετισμοί Είς Τον Τίμιο Σταυρό 17′

Χαιρετισμοί Είς Τον Τίμιο Σταυρό

Χαιρετισμοί Είς Τον Τίμιο Σταυρό 17′

Τούς Χαιρετισμούς μποροῦμε νά τούς διαβάζουμε κάθε Παρασκευή, ἡμέρα ἀφιερωμένη στό Σταυρό,

Τήν Κυριακή τῆς Σταυροπροσκυνήσεως.

Στήν ἑορτή τῆς παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ (14 Σεπτεμβρίου) καί τήν Μεγάλη Παρασκευή.

Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει.

Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, τούς σοί κράζοντας· χαῖρε, Ξύλον μακάριον.


Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ (τρίς) καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν τοιαῦτα.

Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ, χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.

Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα, χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.

Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ, χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.

Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον, χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.

Χαῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως, χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.

Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις, χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.

Βλέπουσα ἡ Ἑλένη ἑαυτήν ἐν ἐφέσει, φησί τῷ Βασιλεῖ θαρσαλέως.

Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· ζητοῦσα γοῦν τό κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω. Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον πρώην ἡ Βασίλισσα γνοῦσα, ἐβόησε πρός τούς ὑπουργοῦντας

Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καί δοῦναι τόν Σταυρόν σπεύσατε, πρός ὅν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλήν κράζουσα οὕτω


Χαῖρε, χαρᾶς τῆς ὄντως σημεῖον, χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον.

Χαῖρε, θησαυρός ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος, χαῖρε, ὁ φανείς ἐν τοῖς ἄστροις τυπούμενος.

Χαῖρε, τετρακτινοπύρσευτε καί πυρίμορφε Σταυρέ, χαῖρε, κλῖμαξ ὑψοστήρικτε, προοραθεῖσά ποτε.

Χαῖρε, τό τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα, χαῖρε, τό τῶν δαιμόνων πολυστένακτον τραῦμα.

Χαῖρε, τερπνόν τοῦ Λόγου κειμήλιον, χαῖρε, πυρός τῆς πλάνης σβεστήριον.

Χαῖρε, Σταυρέ, ἀπορούντων προστάτα, χαῖρε, στερρέ εὐδρομούντων ἀλεῖπτα.

Χαῖρε, Ξύλον μακάριον.

Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρός πίστωσιν ἀληθῆ τοῖς πᾶσι καί τήν ἄφωνόν τε καί νεκράν πρός ζωήν ἀνέστησε, φρικτόν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρία.