Αγνή Παρθένε Δέσποινα Ύμνος στην Υπεραγία Θεοτόκο 7′

Αγνή Παρθένε Δέσποινα Ύμνος στην Υπεραγία Θεοτόκο 7′

Ἁγνή Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Παρθένε Μήτηρ Ἄνασσα, Πανένδροσέ τε πόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαρά Παρθενικῶν Χορῶν, Ἀγγέλων ὑπερτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ἐκλαμπροτέρα οὐρανῶν, φωτός καθαρωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπό Ὠδή ε’)
Μαρία Ἀειπάρθενε, Κόσμου παντός Κυρία, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Ἄχραντε Νύμφη πάναγνε, Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Μαρία Νύμφη Ἄνασσα, χαρᾶς ἡμῶν αἰτία, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Κόρη σεμνή Βασίλισσα, Μήτηρ ὑπεραγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Τιμιωτέρα Χερουβείμ, ὑπερενδοξοτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Τῶν ἀσωμάτων Σεραφείμ, τῶν Θρόνων ὑπερτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπό Ὠδή δ’)
Χαῖρε το ᾆσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαῖρε ᾠδή τῶν Σεραφείμ, χαρά τῶν Ἀρχαγγέλων, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαῖρε εἰρήνη καί χαρά, λιμήν τῆς σωτηρίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Παστάς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθασίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαῖρε το ξύλον τῆς ζωῆς, Πηγή ἀθανασίας, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπό  Ὠδή ε’)
Σε ἱκετεύω Δέσποινα, Σε νῦν ἐπικαλοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Σε δυσωπῶ Παντάνασσα, Σην χάριν ἑξαιτοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπό Ὠδή β’)
Κορή σεμνή και ἄσπιλε, Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.
ἐπάκουσόν μου ἄχραντε, κόσμου παντός Κυρία, Χαῖρε Νύμφη Ἀνύμφευτε.

(Ἀπό Ὠδή ε’)
Ἀντιλαβοῦ μου ρύσαι με, ἀπό τοῦ πολεμίου, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Και κληρονόμον δεῖξον με, ζωῆς τῆς αἰωνίου, Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

BulgarianEnglishFrenchGermanGreekLithuanianPolish